Acts 25

1Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, 2ἐνεφάνισάν
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε αὐτῷ
 οἱ ἀρχιερεῖς = WH Treg NA/NIV: || ὁ ἀρχιερεὺς = RP
οἱ ἀρχιερεῖς ⸃ καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν
3αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4 μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον
 εἰς Καισάρειαν = WH Treg NA/NIV: || ἐν Καισαρείᾳ = RP
εἰς Καισάρειαν ⸃, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
5Οἱ οὖν
 ἐν ὑμῖν φησίν δυνατοὶ = WH Treg NA/NIV: || δυνατοὶ ἐν ὑμῖν φησίν = RP
ἐν ὑμῖν, φησίν, δυνατοὶ ⸃ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ
 ἄτοπον = WH Treg NA/NIV: || τούτω = RP
ἄτοπον κατηγορείτωσαν αὐτοῦ.

6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας
 οὐ πλείους ὀκτὼ = WH Treg NA: || πλείους = RP; || ὀκτὼ = NIV
οὐ πλείους ὀκτὼ ⸃ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
7παραγενομένου δὲ αὐτοῦ περιέστησαν
 αὐτὸν = WH Treg NA/NIV: || [omit] = RP
αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα
 καταφέροντες = WH Treg NA/NIV: || φέροντες κατὰ τοῦ Παῦλου = RP
καταφέροντες οὐκ ἴσχυον ἀποδεῖξαι,
8
 τοῦ Παύλου ἀπολογουμένου = WH Treg NA/NIV: || ἀπολογουμένου αὐτοῦ = RP
τοῦ Παύλου ἀπολογουμένου ⸃ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
9 Φῆστος δὲ
 θέλων τοῖς Ἰουδαίοις = WH Treg NA/NIV: || τοῖς Ἰουδαίοις θέλων = RP
θέλων τοῖς Ἰουδαίοις ⸃ χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων
 κριθῆναι = WH Treg NA/NIV: || κρίνεσθαι = RP
κριθῆναι ἐπ᾽ ἐμοῦ;
10εἶπεν δὲ Παῦλος·
 Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς = Treg NA/NIV RP: || Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός = WH
Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς ⸃ εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν
 ἠδίκησα = NA/NIV RP: || ἠδίκηκα = WH Treg
ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
11εἰ μὲν
 οὖν = WH Treg NA/NIV: || γὰρ = RP
οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
12τότε Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.

13Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. 14ὡς δὲ πλείους ἡμέρας
 διέτριβον = WH Treg NA/NIV: || διέτριβεν = RP
διέτριβον ἐκεῖ, Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
15περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ
 καταδίκην = WH Treg NA/NIV: || δίκην = RP
καταδίκην·
16πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα
 ἄνθρωπον = WH Treg NA/NIV: || ἄνθρωπον εἰς ἀπώλειαν = RP
ἄνθρωπον πρὶν κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
17συνελθόντων
 οὖν = WH: || οὖν αὐτῶν = Treg NA/NIV RP
οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν
 ἔφερον = WH Treg NA/NIV: || ἐπέφερον = RP
ἔφερον ὧν
 ἐγὼ ὑπενόουν = WH Treg NA/NIV: || ὑπενόουν ἐγὼ = RP
ἐγὼ ὑπενόουν ⸃
 πονηρῶν = WH Treg NA/NIV: || [omit] = RP
πονηρῶν,
19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν Παῦλος ζῆν. 20ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ
 τούτων = WH Treg NA/NIV: || τούτου = RP
τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς
 Ἱεροσόλυμα = WH Treg NA/NIV: || Ἱερουσαλήμ = RP
Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
21τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ
 ἀναπέμψω = WH Treg NA/NIV: || πέμψω = RP
ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.
22Ἀγρίππας δὲ πρὸς τὸν
 Φῆστον = WH Treg NA/NIV: || Φῆστον ἔφη = RP
Φῆστον· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.
 Αὔριον = WH Treg NA/NIV: || Ὁ δέ Αὔριον = RP
Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.

23Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν
 τε = WH Treg NA/NIV: || τε τοῖς = RP
τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾽
 ἐξοχὴν = WH Treg NA/NIV: || ἐξοχὴν οὖσιν = RP
ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη Παῦλος.
24καί φησιν Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ
 ἅπαν = WH Treg NA/NIV: || πᾶν = RP
ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων
 ἐνέτυχόν = Treg NA/NIV RP: || ἐνέτυχέν = WH
ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε,
 βοῶντες = WH Treg NA/NIV: || ἐπιβοῶντες = RP
βοῶντες μὴ δεῖν
 αὐτὸν ζῆν = WH Treg NA/NIV: || ζῆν αὐτὸν = RP
αὐτὸν ζῆν ⸃ μηκέτι.
25ἐγὼ δὲ
 κατελαβόμην = WH Treg NA/NIV: || καταλαβόμενος = RP
κατελαβόμην μηδὲν ἄξιον
 αὐτὸν θανάτου = WH Treg NA/NIV: || θανάτου αὐτὸν = RP
αὐτὸν θανάτου ⸃ πεπραχέναι,
 αὐτοῦ = WH Treg NA/NIV: || καὶ αὐτοῦ = RP
αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα
 πέμπειν = WH Treg NA/NIV: || πέμπειν αὐτόν = RP
πέμπειν.
26περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί
 γράψω = WH Treg NA/NIV: || γράψαι = RP
γράψω·
27ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.



Copyright information for SBLG